lunes, 25 de abril de 2011

Textos libro IV de la Anábasis

 Alegría desbordada

καὶ τάχα δὴ ἀκούουσι βοώντων τῶν στρατιωτῶν Θάλαττα θάλαττα καὶ παρεγγυώντων. ἔνθα δὴ ἔθεον πάντες καὶ οἱ ὀπισθοφύλακες͵ καὶ τὰ ὑποζύγια ἠλαύνετο καὶ οἱ ἵπποι. ἐπεὶ δὲ ἀφίκοντο πάντες ἐπὶ τὸ ἄκρον͵ ἐνταῦθα δὴ περιέβαλλον ἀλλήλους καὶ στρατηγοὺς καὶ λοχαγοὺς δακρύοντες.

Recompensas para el guía

μετὰ ταῦτα τὸν ἡγεμόνα οἱ Ἕλληνες ἀποπέμπουσι δῶρα δόντες ἀπὸ κοινοῦ ἵππον καὶ φιάλην ἀργυρᾶν καὶ σκευὴν Περσικὴν καὶ δαρεικοὺς δέκα· ᾔτει δὲ μάλιστα τοὺς δακτυλίους͵ καὶ ἔλαβε πολλοὺς παρὰ τῶν στρατιωτῶν.

Avanzan por la región

τῇ πρώτῃ δὲ ἡμέρᾳ ἀφίκοντο ἐπὶ τὸν ποταμὸν ὃς ὥριζε τὴν τῶν Μακρώνων καὶ τὴν τῶν Σκυθηνῶν. εἶχον δ΄ ὑπὲρ δεξιῶν χωρίον οἷον χαλεπώτατον καὶ ἐξ ἀριστερᾶς ἄλλον ποταμόν͵ εἰς ὃν ἐνέβαλλεν ὁ ὁρίζων͵ δι΄ οὗ ἔδει διαβῆναι.

Verbos polirrizos


VERBOS POLIRRIZOS
PRESENTE                   FUTURO               AORISTO           PERFECTO             TRADUCCIÓN
αἱρέω
αἱρήσω
εἷλον
ᾕρηκα
coger
ἔρχομαι
εἶμι
ἦλθον
ἐλήλυθα
Ir, venir
ἐσθίω
ἔδομαι
ἔφαγον
ἐδήδοκα
comer
λέγω
ἐρῶ
εἶπον
εἴρηκα
decir
ὁράω
ὄψομαι
εἶδον
ἑόρακα
ver
πίνω
πίομαι
ἔπιον
πέπωκα
beber
τρέχω
δραμοῦμαι
ἔδραμον
δεδράμηκα
correr
φέρω
οἴσω
ἤνεγκον
ἐνήνοχα
llevar

lunes, 4 de abril de 2011

Textos del libro IV de la Anábasis

Los griegos reciben un guía.
ἐκ ταύτης τῆς χώρας ὁ ἄρχων τοῖς Ἕλλησιν ἡγεμόνα πέμπει͵ ὅπως διὰ τῆς ἑαυτῶν πολεμίας χώρας ἄγοι αὐτούς.  ἐλθὼν δ΄ ἐκεῖνος λέγει ὅτι ἄξει αὐτοὺς πέντε ἡμερῶν εἰς χωρίον ὅθεν ὄψονται θάλατταν· 

Al llegar al monte Teques, divisan el mar
ὄνομα δὲ τῷ ὄρει ἦν Θήχης. ἐπεὶ δὲ οἱ πρῶτοι ἐγένοντο ἐπὶ τοῦ ὄρους καὶ κατεῖδον τὴν θάλατταν͵ κραυγὴ πολλὴ ἐγένετο.  ἀκούσας δὲ ὁ Ξενοφῶν καὶ οἱ ὀπισθοφύλακες ᾠήθησαν ἔμπροσθεν ἄλλους ἐπιτίθεσθαι πολεμίους·

La reacción de los de vanguardia confunde a Jenofonte
ἐπειδὴ δὲ βοὴ πλείων τε ἐγίγνετο καὶ ἐγγύτερον καὶ οἱ ἀεὶ ἐπιόντες ἔθεον δρόμῳ ἐπὶ τοὺς ἀεὶ βοῶντας καὶ πολλῷ μείζων ἐγίγνετο ἡ βοὴ ὅσῳ δὴ πλείους ἐγίγνοντο͵ ἐδόκει δὴ μεῖζόν τι εἶναι τῷ Ξενοφῶντι͵  καὶ ἀναβὰς ἐφ΄ ἵππον καὶ Λύκιον καὶ τοὺς ἱππέας ἀναλαβὼν παρεβοήθει· 

*Senala helenismos de las palabras subrayadas.