Etiquetas
- Actualidad (5)
- Curiosidades (6)
- Etimologías (3)
- Historia (16)
- Latín I (3)
- Latín II (1)
- Literatura griega (4)
- Morfología (3)
- Música griega (7)
- Poesía (2)
- Selectividad (3)
- Sintaxis (1)
- Textos Anábasis (14)
- Textos Antología (11)
- Vocabulario (1)
lunes, 21 de mayo de 2012
Textos Antología
Texto A17: Perseo se enfrenta a las Gorgonas
Ἀπολλόδωρος Βιβλιοθήκη (Β, 4, 2)
[Β 4,2] ἦσαν δὲ αὗται Σθενὼ Εὐρυάλη Μέδουσα. μόνη δὲ ἦν θνητὴ Μέδουσα· διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. εἶχον δὲ αἱ Γοργόνες κεφαλὰς μὲν περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, δι᾽ ὧν ἐπέτοντο. τοὺς δὲ ἰδόντας λίθους ἐποίουν ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι᾽ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος πτηνὸς ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ· [Β 4,3] τούτους δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος.
Β, 4, 2 ἐπέμφθη: Tercera persona del singular del aoristo pasivo de πέμπω. περιεσπειραμένας v. περισπεράω: “rodear”. φολίσι: φολίς, ιδος: “escama”. ἐπιστὰς: Nominativo singular masculino del participio de aoristo de ἐφίστημι. κατευθυνούσης: v. κατευθύνω: “dirigir”. ἀπεστραμμένος: participio de perfecto medio-pasivo v. ἁποστρέφω. ἐκαρατόμησεν: aoristo del v. καρατομέω: “decapitar”. ἀποτμηθείσης: gen. Participio de aoristo pasivo del verbo ἀποτμήγω= ἀποτέμνω. ἐγέννησεν: Aoristo de indicativo de γεννάω
Textos Anábasis
Los generales manifiestan su intención
οἱ δ΄ ἀπεκρίναντο Ὅτι καὶ ὑμεῖς ἐπὶ τὴν ἡμετέραν χώραν ἔρχεσθε. λέγειν ἐκέλευον οἱ στρατηγοὶ ὅτι οὐ κακῶς γε ποιήσοντες͵ ἀλλὰ βασιλεῖ πολεμήσαντες ἀπερχόμεθα εἰς τὴν Ἑλλάδα͵ καὶ ἐπὶ θάλατταν βουλόμεθα ἀφικέσθαι.
Textos Anábasis
Los macrones
οἱ δὲ Μάκρωνες ἔχοντες γέρρα καὶ λόγχας καὶ τριχίνους χιτῶνας κατ΄ ἀντιπέραν τῆς διαβάσεως παρατεταγμένοι ἦσαν καὶ ἀλλήλοις διεκελεύοντο καὶ λίθους εἰς τὸν ποταμὸν ἔρριπτον· ἐξικνοῦντο γὰρ οὒ οὐδ΄ ἔβλαπτον οὐδέν.
Textos Anábasis
País de los macrones.
εἶχον δ΄ ὑπὲρ δεξιῶν χωρίον οἷον χαλεπώτατον καὶ ἐξ ἀριστερᾶς ἄλλον ποταμόν͵ εἰς ὃν ἐνέβαλλεν ὁ ὁρίζων͵ δι΄ οὗ ἔδει διαβῆναι. ἦν δὲ οὗτος δασὺς δένδρεσι παχέσι μὲν οὔ͵ πυκνοῖς δέ. ταῦτ΄ ἐπεὶ προσῆλθον οἱ Ἕλληνες ἔκοπτον͵ σπεύδοντες ἐκ τοῦ χωρίου ὡς τάχιστα ἐξελθεῖν.
Suscribirse a:
Entradas (Atom)