martes, 10 de abril de 2012

Sueño de Jenofonte

ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ νύκτα ἔμειναν ἐν πολλῇ ἀπορίᾳ ὄντες. Ξενοφῶν δὲ ὄναρ εἶδεν· ἔδοξεν ἐν πέδαις δεδέσθαι 1͵ αὗται δὲ αὐτῷ αὐτόμαται περιρρυῆναι͵ ὥστε λυθῆναι καὶ διαβαίνειν ὁπόσον ἐβούλετο.

1.Infinitivo de perfecto pasivo de δέω "atar"

Ante los problemas los griegos están desanimados

ἔνθα δὲ αὐτοὶ τὴν πρόσθεν νύκτα ἦσαν ἐπὶ τοῦ ὄρους ἑώρων 1 τοὺς Καρδούχους πολλοὺς συνειλεγμένους 2 ἐν τοῖς ὅπλοις. ἐνταῦθα δὴ πολλὴ ἀθυμία ἦν τοῖς Ἕλλησιν͵ ὁρῶσι μὲν τοῦ ποταμοῦ τὴν δυσπορίαν͵ ὁρῶσι δὲ τοὺς διαβαίνειν κωλύσοντας͵ ὁρῶσι δὲ τοῖς διαβαίνουσιν ἐπικεισομένους 3 τοὺς Καρδούχους ὄπισθεν.

1.Imperfecto de ὁράω
2.Participio pasivo de συλλέγω
3.Particio de futuro de ἐπικείμαι

Los griegos tienen problemas para cruzar el río

Ἅμα δὲ τῇ ἡμέρᾳ ὁρῶσιν ἱππέας που πέραν τοῦ ποταμοῦ ἐξωπλισμένους ὡς κωλύσοντας 1 διαβαίνειν͵ πεζοὺς δ΄ ἐπὶ ταῖς ὄχθαις παρατεταγμένους 2 ἄνω τῶν ἱππέων ὡς κωλύσοντας εἰς τὴν Ἀρμενίαν ἐκβαίνειν.

1.Participio con valor final.
2.participio de perfecto medio de παρατάσσω.

Los griegos cruzan el río Centrites que separa a los carducos de Armenia

Ταύτην δ΄ αὖ τὴν ἡμέραν ηὐλίσθησαν ἐν ταῖς κώμαις ταῖς ὑπὲρ τοῦ πεδίου παρὰ τὸν Κεντρίτην ποταμόν͵ εὖρος ὡς δίπλεθρον͵ ὃς ὁρίζει τὴν Ἀρμενίαν καὶ τὴν τῶν Καρδούχων χώραν. καὶ οἱ Ἕλληνες ἐνταῦθα ἀνέπνευσαν ἄσμενοι ἰδόντες πεδίον· ἀπεῖχε δὲ τῶν ὀρέων ὁ ποταμὸς ἓξ ἢ ἑπτὰ στάδια τῶν Καρδούχων