lunes, 6 de junio de 2011

Texto libro IV de la Anábasis

Llegan al país de los cálibes

Ἐντεῦθεν ἐπορεύθησαν διὰ Χαλύβων σταθμοὺς ἑπτὰ παρασάγγας πεντήκοντα. οὗτοι ἦσαν ὧν διῆλθον ἀλκιμώτατοι͵ καὶ εἰς χεῖρας ᾖσαν. εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου͵ ἀντὶ δὲ τῶν πτερύγων σπάρτα πυκνὰ ἐστραμμένα.