viernes, 14 de octubre de 2011

TEXTO A2.- Castración de Urano

[Α 1,4] ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν εἰς Τάρταρον ῥιφέντων παίδων πείθει τοὺς Τιτᾶνας ἐπιθέσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ Ὠκεανοῦ χωρὶς ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλασσαν ἀφίησεν. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος ἐρινύες ἐγένοντο, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. τῆς δὲ ἀρχῆς ἐκβαλόντες τούς τε καταταρταρωθέντας ἀνήγαγον ἀδελφοὺς καὶ τὴν ἀρχὴν Κρόνῳ παρέδοσαν

Α 1,4 ῥιφέντων: participio de aoristo pasivo de ῥίπτω. ἐπιθέσθαι: infinitivo de aoristo medio de ἐπιτίθημι. ἀποτεμών: participio de aoristo de ἀποτέμνω. ἀφίησιν: 3ª persona del singular del presente de indicativo de ἀφίημι. καταταρταρωθέντθας: participio de aoristo pasivo de καταταρταρόω: precipitar en el Tártaro. παρέδοσαν: aoristo de παραδίδωμι.